Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.103.5 | Hdt. 7.104.3 (English) | >>Hdt. 7.106.1 |
7.104.1
πρὸς ταῦτα Δημάρητος λέγει · “ὦ βασιλεῦ , ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ φίλα τοι ἐρέω · σὺ δʼ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους , ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι .
7.104.2 καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους , αὐτὸς μάλιστα ἐξεπίστεαι , οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι , πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε . οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέεσθαι , ἀλλὰ στέργειν μάλιστα .
7.104.3 ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι , ἑκών τε εἶναι οὐδʼ ἂν μουνομαχέοιμι . εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγας τις ὁ ἐποτρύνων ἀγών , μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστος φησὶ τριῶν ἄξιος εἶναι .
7.104.4 ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν , ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων . ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροι εἰσί · ἔπεστι γάρ σφι δεσπότης νόμος , τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ .
7.104.5 ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ · ἀνώγει δὲ τὠυτὸ αἰεί , οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης , ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυσθαι . σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν , τἆλλα σιγᾶν θέλω τὸ λοιπόν · νῦν τε ἀναγκασθεὶς ἔλεξα . γένοιτο μέντοι κατὰ νόον τοι , βασιλεῦ ”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.103.5 | Hdt. 7.104.3 (English) | >>Hdt. 7.106.1 |